Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.38 Dem. 40.42 (English) >>Dem. 40.45

40.40τί γὰρ ἂν ἦν πέρας ἡμῖν τοῦ διαλυθῆναι, εἰ τὰ κατὰ τοὺς νόμους διαιτηθέντα λύσας ἑτέρῳ διαιτητῇ ἐπέτρεψα περὶ τῶν αὐτῶν ἐγκλημάτων, ἄλλως τε καὶ ἀκριβῶς εἰδὼς ὅτι, εἰ καὶ πρὸς τοὺς ἄλλους μὴ ἐπιεικές ἐστιν ταῖς διαίταις ἰσχυρίζεσθαι, πρός γε τοῦτον ἁπάντων δικαιότατον ἦν οὕτως προσφέρεσθαι. 40.41φέρε γάρ, εἴ τις αὐτὸν ξενίας γράψαιτο λέγων ὡς διομνύμενος πατὴρ οὐκ ἔφη τοῦτον υἱὸν αὑτοῦ εἶναι, ἔσθʼ ὅτῳ ἂν ἄλλῳ ἰσχυρίζοιτο πρὸς ταῦτα διότι τῆς μητρὸς αὐτῶν ὀμοσάσης καὶ τοῦ διαιτητοῦ καταγνόντος ἠναγκάσθη πατὴρ ἡμῶν ἐμμεῖναι τῇ διαίτῃ; 40.42οὐκοῦν δεινόν, εἰ οὗτος αὐτὸς κατὰ γνῶσιν διαιτητοῦ ὑμέτερος πολίτης γεγενημένος καὶ πρὸς ἐμὲ τὴν οὐσίαν νειμάμενος καὶ τυχὼν τῶν μετρίων ἁπάντων, ἃς ἐγὼ δίκας τοῦτον ἀπέφυγον παρόντα καὶ ἀντιδικοῦντα καὶ τοῖς γνωσθεῖσιν ἐμμένοντα, ταύτας ἀναδίκους ἀξιῶν γίγνεσθαι δίκαιόν τι δοκοίη λέγειν ὑμῖν, ὥσπερ, ὅταν μὲν τούτῳ συμφέρῃ, δέον εἶναι κυρίας τὰς διαίτας, ὅταν δὲ μὴ συμφέρῃ, προσῆκον τὴν τούτου γνώμην κυριωτέραν γενέσθαι τῶν κατὰ τοὺς ὑμετέρους νόμους γνωσθέντων. 40.43ὃς οὕτως ἐπίβουλός ἐστιν, ὥστε καὶ τὴν δίαιταν ταύτην ἐπιτρέπειν με προὐκαλεῖτο, οὐχ ὅπως ἀπαλλαγῇ πρός με, ἀλλʼ ἵνα, ὥσπερ καὶ πρότερον ἕνδεκα ἔτη διήγαγε κακουργῶν, οὕτως καὶ νῦν τὰ ἀποδιαιτηθέντα μου λύσας ἐξ ἀρχῆς με συκοφαντῇ καὶ τὴν δίκην ταύτην ἐκκρούῃ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.38 Dem. 40.42 (English) >>Dem. 40.45

Powered by PhiloLogic